diaxoristiko2

DIAHORISTIKO

farmakeia

DIAHORISTIKO

O KAIROS

 

 

Εὐχὴ ἀγνώστου λίαν κατανυκτικὴ καὶ ὠφέλιμος

Δέσποτα Κύριε Παντοκράτορ, καὶ ποιητὰ τοῦ παντός, ὁ τῶν οἰκτιρμῶν πατήρ, καὶ τοῦ ἐλέους Θεός,

ὁ ἐκ γῆς πλαστουργήσας τὸν ἄνθρωπον καὶ ἀναδείξας αὐτὸν κατ᾽εἰκόνα σήν, καὶ ὁμοίωσιν, ἵνα καὶ δι᾽ αὐτοῦ δοξάζηται τὸ μεγαλοπρεπὲς ὄνομά του ἐπὶ τῆς γῆς, καὶ καταῤῥαγέντα οὖν τῇ παραβάσει τῶν σῶν ἐντολῶν πάλιν, ἐπὶ τὸ κρεῖττον ἀναπλάσας τοῦτον ἐν τῷ Χριστῷ σου, καὶ ἀναβιβάσας εἰς οὐρανούς· Εὐχαριστῶ σοι, ὅτι ἐπλεόνασας ἐπ᾽ ἐμὲ τὴν μεγαλωσύνην σου, καὶ οὐ παρέδωκάς με τοῖς ἐχθροῖς μου εἰς τέλους κατασπάσαι με ζητοῦσιν εἰς ᾅδου βάραθρα, οὐ δὲ εἴασάς με, συναπολέσθαι ταῖς ἀνομίαις μου. Νῦν οὖν, Πολυέλεε καὶ Φιλάγαθε Κύριε, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὴν ἐπιστροφὴν ἀναμένων, καὶ προσδεχόμενος, ὁ τοὺς κατεῤῥαγμένους ἀνθρώπους, καὶ τοὺς συντετριμμένους ἰώμενος, ἐπίστρεψον κἀμὲ εἰς μετάνοιαν, καὶ κατεῤῥαγμένον ἀνόρθωσον, καὶ συντετριμμένον θεράπευσον, μνήσθητι τῶν οἰκτιρμῶν, καὶ τῆς ἀπ᾽ αἰῶνος σου ἀκαταλήπτου χρηστότητος, καὶ τῶν ἀμετρήτων ἐπιλάθου ἀνομιῶν, ὧν ἐν ἔργῳ καὶ λόγῳ καὶ διανοίᾳ ἐκτέλεσα· λύσον μου τὴν πώρωσιν τῆς καρδίας μου, καὶ δός μοι δάκρυα κατανύξεως εἰς κάθαρσιν τοῦ ῥύπου τῆς διανοίας μου. Εἰσάκουσον, Κύριε, πρόσχες φιλάνθρωπε, ἱλάσθητι εὔσπλαγχνε, καὶ τῆς τυραννίδος τῶν ἐν ἐμοὶ βασιλευόντων παθῶν τὴν ἀθλίαν μου ψυχὴν ἐλευθέρωσον, καὶ μηκέτι μου κρατείτω ἡ ἁμαρτία, μηδὲ καταδυναστευέτω με ὁ πολέμιος δαίμων, μηδὲ πρὸς τὸ αὐτοῦ ὑπαγαγέτω με θέλημα, ἀλλὰ τῇ κραταιᾷ σου χειρὶ τῆς αὐτοῦ δεσποτείας ἁρπάσας με, σὺ βασίλευον ἐν ἐμοὶ ὁ ἀγαθὸς καὶ φιλάνθρωπος Κύριος, καὶ ὅλον σὸν γενέσθαι καὶ ζῆν τοῦ λοιποῦ. Κατὰ τὸ σὸν εὐδόκησον θέλημα, καὶ παράσχου μοι διὰ τῆς ἀφάτου χρηστότητος, καρδίας κάθαρσιν, στόματος φυλακήν, εὐθύτητα πράξεων, φρόνημα ταπεινόν, εἰρήνην λογισμῶν, τῶν ψυχικῶν μου δυνάμεων, χαρὰν πνευματικήν, ἀγάπην ἀνόθευτον, μακροθυμίαν, χρηστότητα, ἐπιείκειαν, πίστιν ἀνυπόκριτον, καὶ τὴν περιεκτικωτάτην ἐγκράτειαν, καὶ πάντων τῶν ἀγαθῶν καρπῶν πλήρωσον τῇ δωρεᾷ τοῦ ἁγίου σου Πνεύματος, καὶ μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου, μηδὲ ἀδιόρθωτον καὶ καὶ ἀνέτοιμον τὴν ψυχήν μου ἁρπάσῃς, ἀλλὰ τελείωσόν με τῇ τελειότητι, καὶ οὕτω με τοῦ παρόντος βίου ἐξάγαγε· ὡς ἄν ἀκωλύτως διαβὰς τὰς ἀρχὰς, καί ἐξουσίας τοῦ σκότους, διὰ τῆς σῆς χάριτος, κατοπτεύσω κἀγὼ τῆς ἀπροσίτου σου δόξης τὸ κάλλος τὸ ἄῤῥητον, μετὰ πάντων τῶν ἁγίων σου, ἐν οἷς ἡγίασται καὶ δεδόξασται τὸ πάντιμον, καὶ μεγαλοπρεπὲς ὄνομά σου.

 

Ἐπιμέλεια- ἐπεξεργασία ὑπὸ πρωτ. Σταύρου Τρικαλιώτη

  • Πέμπτη
    3 Δεκεμβρίου

    Σοφονίου του προφήτου, Σελεύκου των μαρτύρων, Θεοδούλου οσίου, Αγγελή νεομάρτ.